| (1) And the Lord spoke to Joshua, saying, | (1) Καὶ ἐλάλησεν κύριος τῷ Ἰησοῖ λέγων |
| (2) Speak to the children of Israel, saying, Assign the cities of refuge, of which I spoke to you by Moses. | (2) Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑµᾶς διὰ Μωυσῆ, |
| (3) Even a refuge to the slayer who has smitten a man unintentionally; and the cities shall be to you a refuge, and the slayer shall not be put to death by the avenger of blood, until he have stood before the congregation for judgment. | (3) φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως, καὶ ἔσονται ὑµῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷµα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν. |
| (4) And Joshua separated Cades in Galilee in the mount Nephthali, and Sychem in the mount Ephraim, and the city of Arboc; this is Chebron, in the mountain of Juda. | (7) καὶ διέστειλεν τὴν Καδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλι καὶ Συχεµ ἐν τῷ ὄρει τῷ Εφραιµ καὶ τὴν πόλιν Αρβοκ (αὕτη ἐστὶν Χεβρων) ἐν τῷ ὄρει τῷ Ιουδα. |
| (5) And beyond Jordan he appointed Bosor in the wilderness in the plain out of the tribe of Ruben, and Aremoth in Galaad out of the tribe of Gad, and Gaulon in the country of Basan out of the tribe of Manasse. | (8) καὶ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἔδωκεν Βοσορ ἐν τῇ ἐρήµῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ρουβην καὶ Αρηµωθ ἐν τῇ Γαλααδ ἐκ τῆς φυλῆς Γαδ καὶ τὴν Γαυλων ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασση. |
| (6) These were the cities selected for the sons of Israel, and for the stranger abiding among them, that every one who smites a soul unintentionally should flee thither, that he should not die by the hand of the avenger of blood, until he should stand before the congregation for judgment. | (9) αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειµένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα µὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷµα, ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. |